Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.199 Joseph. AJ 17.203 (English) >>Joseph. AJ 17.207

17.201 δὲ ἐπὶ ὑψηλὸν βῆμα πεποιημένον ἀνελθὼν καὶ ἱδρυθεὶς εἰς θρόνον χρυσοῦν πεποιημένον ἀντεδεξιοῦτο τοὺς ὁμίλους χάρματι τῶν εὐφημιῶν τὴν εὔνοιαν αὐτῶν ἡδονῇ φέρων, χάριν τε ὡμολόγει, διότι μηδὲν αὐτῷ μνησικακοῖεν ἀνθʼ ὧν πατὴρ εἰς αὐτοὺς ὑβρίσειεν καὶ πειράσεσθαι μὴ ἐλλείψειν ἀμειβόμενον τὸ πρόθυμον αὐτῶν. 17.202ἄρτι μέντοι φειδὼ ποιεῖσθαι τοῦ βασιλείου ὀνόματος, τετιμῆσθαι γὰρ αὐτὸν τῇ ἀξιώσει ὅπερ βεβαίως Καῖσαρ ἐπικυρώσειε τὰς διαθήκας, αἳ ὑπὸ τοῦ πατρὸς ἐγράφησαν αὐτοῦ· διʼ ἣν αἰτίαν οὐδὲ τοῦ στρατεύματος ἐν Ἱεριχοῦντι τὸ διάδημα αὐτῷ περιθέσθαι προθυμουμένου δέξασθαι τὸ περιμάχητον τῆς ἐνθένδε τιμῆς διὰ τὸ μηδέπω τὸν κυρίως ἀποδώσοντα φανερὸν εἶναι παρασχόμενον. 17.203περιιόντων μέν γε εἰς αὐτὸν τῶν πραγμάτων οὐ λείψειν ἀρετῆς τοῦ ἀμειψομένου τὴν εὔνοιαν αὐτῶν· σπουδάσειν γὰρ ἐν πᾶσιν τὰ πρὸς αὐτοὺς φανεῖσθαι τοῦ πατρὸς ἀμείνων τὰ πάντα. 17.204οἱ δὲ οἷον ὄχλος εἴωθεν, φιλεῖν οἰόμενοι τὰς πρώτας εἶναι τῶν ἡμερῶν τὰς διανοίας ἐμφανίζειν τῶν παριόντων ἐπὶ τοιάσδε ἀρχάς, ὅσῳ πρᾴως καὶ θεραπευτικῶς Ἀρχέλαος διελέγετο αὐτοῖς, τοσῷδε μειζόνως τε ἐχρῶντο τοῖς ἐπαίνοις καὶ κατὰ αἰτήσεις δωρεῶν ἐτετράφατο, οἱ μὲν εἰσφορὰς ἃς ἐνιαυσίους φέροιεν ἐπικουφίζειν βοῇ χρώμενοι, οἱ δὲ αὖ δεσμωτῶν, οἳ ὑφʼ Ἡρώδου ἐδέδεντο, πολλοὶ δὲ ἦσαν κἀκ πολλῶν χρόνων, ἀπόλυσιν.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.199 Joseph. AJ 17.203 (English) >>Joseph. AJ 17.207

Powered by PhiloLogic